Pempti Odi Kanona Me Katavasia
Choir Of Vatopedi Fathers
3:12Εἰς τὴν Λιτήν Στιχηρὸν Ἰδιόμελον. Ἦχος δ΄ Ποίημα Κοσμᾶ Μοναχοῦ (Ἁγίου Κοσμᾶ, Ἐπισκόπου Μαϊουμᾶ, ἀρχαὶ 8ου αἰ.) Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, δι' ἡμᾶς καθ' ἡμᾶς γενέσθαι κατηξίωσε ῥεῖθρα περιβάλλεται σήμερον τὰ Ἰορδάνεια, οὐκ αὐτὸς τούτων πρὸς κάθαρσιν δεόμενος, ἀλλ' ἡμῖν ἐν ἑαυτῷ οἰκονομῶν τὴν ἀναγέννησιν. Ὢ τοῦ θαύματος! δίχα πυρὸς ἀναχωνεύει, καὶ ἀναπλάττει ἄνευ συντρίψεως, καὶ σῴζει τοὺς εἰς αὐτὸν βαπτιζομένους, Χριστὸς ὁ Θεός, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.